TLG 1156 001 :: APOCALYPSIS ELIAE :: Fragmenta APOCALYPSIS ELIAE Pseudepigr.
Hagiogr. Fragmenta Citation: Page — (line) | ||
frag a,col1 | (i Cor., 2, 9:) καθὼς γέγραπται ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς | |
5 | τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ θεός. | |
---|---|---|
frag a,col2 | (1 Clem. Rom., 34, 8) λέγει γάρ· Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν τοῖς ὑπομέ‐ | |
5 | νουσιν αὐτόν. | |
frag b,col1 | ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγε‐ λίζεται τοῖς πεπιστευκόσιν· «οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν | |
5 | δύναμιν αὐτοῦ.» ποίαν, ὦ μακά‐ ριε, δόξαν, εἰπέ μοι· «ἣν ὀφ‐ θαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκου‐ σεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώ‐ που ἀνέβη· καὶ χαρήσονται ἐπὶ τῇ | |
10 | βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς αἰῶνας, ἀμήν.» | |
frag b,col2 | τότε «ἀπελεύσονται οἱ μὲν πονη‐ ροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι πορεύσονται εἰς ζωὴν αἰώνιον», κληρονομοῦντες ἐκεῖνα, «ἃ ὀφθαλ‐ | |
5 | μὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ χαρήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῇ ἐν | |
10 | Χριστῷ Ἰησοῦ. | 103 |
frag c | Ἐμφέρεται ἐν ἀποκρύφοις ὅτι Ἡλίας ὁ προφήτης εἶπε περὶ τοῦ Ἀντιχρί‐ στου· οἷος μέλλῃ τότε φαίνεσθαι· ἡ κεφαλὴ αὐτοῦ φλὸξ πυρός· ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς κέκραται αἵματος. Ὁ δὲ εὐώνυμος χαροπὸς ἔχων δύο κόρας, τὰ δὲ βλέφ[αρα] αὐτοῦ λευκά, τὸ δὲ χεῖλος αὐτοῦ τὸ κάτω μέγα· ὁ δεξιὸς | |
5 | αὐτοῦ μηρὸς λεπτός, καὶ οἱ πόδες αὐτοῦ πλατεῖς, τέθλασται δὲ ὁ μέγας δάκτυλος | |
τοῦ ποδὸς αὐτοῦ. | 104 |